Psalms 46

1
LXX: Psa.45:1
Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ὑπὲρ τῶν κρυφίων ψαλμός.
LXX: Psa.45:2
θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
2
LXX: Psa.45:3
διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
3
LXX: Psa.45:4
ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα.
4
LXX: Psa.45:5
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὕψιστος.
5
LXX: Psa.45:6
θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ θεὸς τὸ πρὸς πρωί.
6
LXX: Psa.45:7
ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη γῆ.
7
LXX: Psa.45:8
κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν θεὸς Ιακωβ. διάψαλμα.
8
LXX: Psa.45:9
δεῦτε ἴδετε τὰ ἔργα κυρίου, ἔθετο τέρατα ἐπὶ τῆς γῆς.
9
LXX: Psa.45:10
ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
10
LXX: Psa.45:11
σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
11
LXX: Psa.45:12
κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν θεὸς Ιακωβ.
Copyright information for LXX